Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.184 Joseph. AJ 9.189 (English) >>Joseph. AJ 9.194

9.187καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν. 9.188ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων· διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι. 9.189παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν· εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις· περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετʼ ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ. 9.190δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν δεδωκέναι τοῖς Ἰσραηλίταις παρῄνει ποιεῖν προφήτης τι τῷ θεῷ δοκεῖ, χρήματα δʼ αὐτῷ πολλὰ παρʼ αὐτοῦ γενήσεσθαι. καὶ τοὺς μὲν ἀπολύει χαρίζεσθαι τὸν μισθὸν εἰπών, αὐτὸς δὲ μετὰ τῆς οἰκείας δυνάμεως ἐπὶ τὰ προειρημένα τῶν ἐθνῶν ἐστράτευσε· 9.191καὶ κρατήσας αὐτῶν τῇ μάχῃ μυρίους μὲν ἀπέκτεινε, τοσούτους δὲ ζῶντας ἔλαβεν, οὓς ἐπὶ τὴν μεγάλην ἀγαγὼν πέτραν, ἥπερ ἐστὶ κατὰ τὴν Ἀραβίαν, ἀπʼ αὐτῆς κατεκρήμνισεν, ἀπήγαγέ τε λείαν πολλὴν καὶ πλοῦτον ἄφθονον ἐκ τῶν ἐθνῶν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.184 Joseph. AJ 9.189 (English) >>Joseph. AJ 9.194

Powered by PhiloLogic